Ancient Greek
6.6 to 6.7
Plutarch, Φιλοποίμην 6.6-7
Not analysed yet
οὕτω δὲ ἀπαλλαγεὶς καὶ σπασάμενος τὸ ξίφος ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τοὺς πολεμίους, ὥστε πολλὴν προθυμίαν καὶ ζῆλον ἀρετῆς παρασχεῖν τοῖς ἀγωνιζομένοις. νικήσας οὖν ὁ Ἀντίγονος ἀπεπειρᾶτο τῶν Μακεδόνων, ἐρωτῶν διὰ τί, μὴ κελεύσαντος αὐτοῦ, τὸ ἱππικὸν ἐκίνησαν. τῶν δὲ ἀπολογουμένων ὡς παρὰ γνώμην βιασθεῖεν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις μειρακίου Μεγαλοπολιτικοῦ προεμβαλόντος, γελάσας ὁ Ἀντίγονος ἐκεῖνο τοίνυν τὸ μειράκιον, εἶπεν, ἔργον ἡγεμόνος μεγάλου πεποίηκεν.