Ancient Greek · ~2 min
Chapter 9
Plutarch, Φιλοποίμην 9.7
Not analysed yet
ἡ μὲν γὰρ ἐν τοῖς ἄλλοις θεάμασι πολυτέλεια τρυφὴν ἐπάγεται καὶ μαλακίαν ἐνδίδωσι τοῖς χρωμένοις, ὥσπερ ὑπὸ νυγμῶν καὶ γαργαλισμῶν τῆς αἰσθήσεως συνεπικλώσης τὴν διάνοιαν, ἡ δʼ εἰς τὰ τοιαῦτα ῥώννυσι καὶ μεγαλύνει τὸν θυμόν, ὥσπερ Ὅμηρος ἐποίησε τὸν Ἀχιλλέα τῶν καινῶν ὅπλων παρατεθέντων ἐγγὺς ὑπὸ τῆς ὄψεως οἷον ὀργῶντα καὶ φλεγόμενον πρὸς τὴν διʼ αὐτῶν ἐνέργειαν. οὕτω δὲ κοσμήσας τοὺς νέους ἐγύμναζε καὶ διεπόνει, ταῖς κινήσεσι προθύμως ὑπακούοντας καὶ φιλοτίμως.