# Φωκίων 10.4-5

Plutarch, Φωκίων, 10.4 to 10.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-117/10.4

Φωκίων τοίνυν ἔχθρᾳ μὲν οὐδένα τῶν πολιτῶν κακῶς ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις. ἐγκαλούντων δὲ τῶν φίλων ὅτι πονηρῷ τινι κρινομένῳ συνεῖπε, τοὺς χρηστοὺς ἔφη μὴ δεῖσθαι βοηθείας. Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μετὰ τὴν καταδίκην πέμψαντος καὶ δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ὑπακούσας ἐβάδιζεν εἰς τὸ δεσμωτήριον· οὐκ ἐώντων δὲ τῶν φίλων, ἐάσατε, εἶπεν, ὦ μακάριοι· ποῦ γὰρ ἄν τις ἥδιον Ἀριστογείτονι συμβάλοι;

---

Plutarch, Φωκίων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg049.local001/.
