Ancient Greek · ~1 min
Chapter 13
Plutarch, Φωκίων 13.1
Not analysed yet
ὡς δὲ ἐπῄεσαν οἱ πολέμιοι, κελεύσας ἐν τοῖς ὅπλοις ἀτρεμεῖν ἄχρι ἂν αὐτὸς σφαγιάσηται, πλείω διέτριβε χρόνον ἢ δυσιερῶν ἢ βουλόμενος ἐγγυτέρω τοὺς πολεμίους ἐπισπάσασθαι. διὸ πρῶτον μὲν ὁ Πλούταρχος οἰόμενος ἀποδειλιᾶν καὶ κατοκνεῖν ἐκεῖνον ἐξέδραμε μετὰ τῶν ξένων ἔπειτα τοῦτον ἰδόντες οἱ ἱππεῖς οὐκ ἐκαρτέρησαν, ἀλλʼ ἤλαυνον εὐθὺς εἰς τοὺς πολεμίους ἀσύντακτοι καὶ σποράδες ἐκ τοῦ στρατοπέδου προσφερόμενοι.