Ancient Greek · ~4 min
17.1 to 17.3
Plutarch, Φωκίων 17.1-3
Not analysed yet
Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη· σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι τὴν πόλιν; ἀλλʼ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες. ὡς δὲ ἀπωλώλεισαν αἱ Θῆβαι καὶ ὁ Ἀλέξανδρος ἐξῃτεῖτο τοὺς περὶ Δημοσθένην καὶ Λυκοῦργον καὶ Ὑπερείδην καὶ Χαρίδημον, ἡ δὲ ἐκκλησία πρὸς ἐκεῖνον ἀπέβλεπεν, ὀνομαστὶ πολλάκις καλούμενος ἀνέστη καὶ τῶν φίλων ἕνα παραστησάμενος, ᾧ μάλιστα χρώμενος διετέλει καὶ πιστεύων καὶ ἀγαπῶν, εἰς τοιαῦτα, ἔφη, τὴν πόλιν οὗτοι παραγηόχασιν ὥστʼ ἔγωγε, κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω. τὸ μὲν γὰρ αὐτὸς ὑπὲρ ὑμῶν ἁπάντων ἀποθανεῖν εὐτυχίαν ἂν ἐμαυτοῦ θείμην. ἐλεῶ δέ, εἶπεν, ἄνδρες Ἀθηναῖοι, καὶ τοὺς ἐκ Θηβῶν δεῦρο πεφευγότας, ἀρκεῖ δὲ τὰς Θήβας κλαίειν τοῖς Ἕλλησι. διὸ βέλτιόν ἐστιν ὑπὲρ ἀμφοῖν πείθειν καὶ παραιτεῖσθαι τοὺς κρατοῦντας ἢ μάχεσθαι.