Ancient Greek · ~3 min
2.2 to 2.3
Plutarch, Φωκίων 2.2-3
Not analysed yet
καὶ καθάπερ τὸ μέλι λυπεῖ τὰ τετρωμένα καὶ ἡλκωμένα μέρη τοῦ σώματος, οὕτως πολλάκις οἱ ἀληθινοὶ καὶ νοῦν ἔχοντες λόγοι δάκνουσι καὶ παροξύνουσι τοὺς κακῶς πράττοντας, ἐὰν μὴ προσηνεῖς ὦσι καὶ συνείκοντες, ὥσπερ ἀμέλει τὸ ἡδὺ μενοεικὲς ὁ ποιητὴς κέκληκεν, ὡς τῷ ἡδομένῳ τῆς ψυχῆς ὑπεῖκον καὶ μὴ μαχόμενον μηδʼ ἀντιτυποῦν. καὶ γὰρ ὄμμα φλεγμαῖνον ἥδιστα τοῖς σκιεροῖς καὶ ἀλαμπέσιν ἐνδιατρίβει χρώμασι, τὰ δὲ αὐγὴν ἔχοντα καὶ φῶς ἀποστρέφεται, καὶ πόλις ἐν τύχαις ἀβουλήτοις γενομένη ψοφοδεὲς καὶ τρυφερόν ἐστι διʼ ἀσθένειαν ἀνέχεσθαι παρρησίας, ὅτε μάλιστα δεῖται, τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων, διὸ πάντῃ σφαλερὸν ἡ τοιαύτη πολιτεία· συναπόλλυσι γὰρ τὸν πρὸς χάριν λέγοντα καὶ προαπόλλυσι τὸν μὴ χαριζόμενον.