Ancient Greek · ~2 min
22.1 to 22.2
Plutarch, Φωκίων 22.1-2
Not analysed yet
καὶ δὴ καὶ Πυθονίκης τῆς ἑταίρας ἀποθανούσης, ἣν εἶχεν ὁ Ἅρπαλος ἐρῶν καὶ θυγατρίου πατὴρ ἐξ αὐτῆς γεγόνει, μνημεῖον ἀπὸ χρημάτων πολλῶν ἐπιτελέσαι θελήσας προσέταξε τῷ Χαρικλεῖ τὴν ἐπιμέλειαν. οὖσαν δὲ τὴν ὑπουργίαν ταύτην ἀγεννῆ προσκατῄσχυνεν ὁ τάφος συντελεσθείς. διαμένει γὰρ ἔτι νῦν ἐν Ἕρμει, ᾗ βαδίζομεν ἐξ ἄστεος εἰς Ἐλευσῖνα, μηδὲν ἔχων τῶν τριάκοντα ταλάντων ἄξιον, ὅσα τῷ Ἁρπάλῳ λογισθῆναί φασιν εἰς τὸ ἔργον ὑπὸ τοῦ Χαρικλέους. καὶ μέντοι καὶ τελευτήσαντος αὐτοῦ τὸ παιδάριον ὑπὸ τοῦ Χαρικλέους καὶ τοῦ Φωκίωνος ἀναληφθὲν ἐτύγχανε πάσης ἐπιμελείας.