Ancient Greek
Chapter 28
Plutarch, Φωκίων 28.2
Not analysed yet
πάλαι μὲν γὰρ ἐν τοῖς ἀρίστοις εὐτυχήμασι τὰς μυστικὰς ὄψεις καὶ φωνὰς παραγενέσθαι σὺν ἐκπλήξει καὶ θάμβει τῶν πολεμίων, νῦν δὲ τοῖς αὐτοῖς ἱεροῖς τὰ δυσχερέστατα πάθη τῆς Ἑλλάδος ἐπισκοπεῖν τοὺς θεούς, καὶ καθυβρίζεσθαι τὸν ἁγιώτατον τοῦ χρόνου καὶ ἥδιστον αὐτοῖς, ἐπώνυμον τῶν μεγίστων κακῶν γενόμενον. πρότερον μὲν οὖν ὀλίγοις ἔτεσι χρησμὸν ἐξήνεγκαν αἱ Δωδωνίδες τῇ πόλει τὰ ἀκρωτήρια τῆς Ἀρτέμιδος φυλάσσειν, ὅπως ἄλλοι μὴ λάβωσι·