Ancient Greek · ~2 min
Chapter 30
Plutarch, Φωκίων 30.3
Not analysed yet
νόμου γὰρ ὄντος Ἀθήνησι τότε μὴ χορεύειν ξένον ἢ χιλίας ἀποτίνειν τὸν χορηγόν, ἅπαντας εἰσαγαγὼν ξένους τοὺς χορεύοντας ἑκατὸν ὄντας ἅμα καὶ τὴν ζημίαν ἀνὰ χιλίας ὑπὲρ ἑκάστου εἰσήνεγκεν εἰς τὸ θέατρον. Δημέᾳ δὲ τῷ υἱῷ νύμφην ἀγόμενος, ἐμοῦ μὲν, εἶπεν, ὦ παῖ, τὴν σὴν μητέρα γαμοῦντος οὐδὲ ὁ γείτων ᾔσθετο τοῖς δὲ σοῖς γάμοις καὶ βασιλεῖς καὶ δυνάσται συγχορηγοῦσιν.