Ancient Greek · ~2 min
32.1 to 32.2
Plutarch, Φωκίων 32.1-2
Not analysed yet
ἐν τούτῳ δὲ καὶ Πολυσπέρχων, τὴν τοῦ βασιλέως ἐπιμέλειαν ἔχων ὑφʼ ἑαυτῷ καὶ καταπολιτευόμενος τὸν Κάσανδρον, ἔπεμψεν ἐπιστολὴν τοῖς ἐν ἄστει γεγραμμένην, ὡς τοῦ βασιλέως ἀποδιδόντος αὐτοῖς τὴν δημοκρατίαν καὶ πολιτεύεσθαι κατὰ τὰ πάτρια πάντας Ἀθηναίους κελεύοντος. ἦν δὲ τοῦτο κατὰ τοῦ Φωκίωνος ἐπιβουλή, συσκευαζόμενος γὰρ εἰς ἑαυτόν, ὡς μικρὸν ὕστερον ἔδειξε τοῖς ἔργοις, ὁ Πολυσπέρχων τὴν πόλιν, οὐδὲν ἤλπιζε περαίνειν μὴ τοῦ Φωκίωνος ἐκπεσόντος· ἐκπεσεῖσθαι δὲ ἐκεῖνον ἅμα τῶν ἀπεψηφισμένων ἐπιχυθέντων τῇ πολιτείᾳ καὶ πάλιν τὸ βῆμα δημαγωγῶν κατασχόντων καὶ συκοφαντῶν.