# Φωκίων 32.5

Plutarch, Φωκίων, Chapter 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-117/32.5

ἀλλʼ ὄντως ἔοικεν ἰσχυρά τις αὐτῷ περὶ τοῦ Νικάνορος ἐγγενέσθαι πίστις, ὅν γε πολλῶν προδιαβαλλόντων καὶ κατηγορούντων ἐπιτίθεσθαι τῷ Πειραιεῖ καὶ διαβιβάζειν εἰς Σαλαμῖνα ξένους καὶ διαφθείρειν τινὰς τῶν ἐν Πειραιεῖ κατοικούντων, οὐ προσήκατο τὸν λόγον οὐδʼ ἐπίστευσεν, ἀλλὰ καὶ Φιλομήλου τοῦ Λαμπτρέως ψήφισμα γράψαντος Ἀθηναίους ἅπαντας ἐν τοῖς ὅπλοις εἶναι καὶ τῷ στρατηγῷ Φωκίωνι προσέχειν, ἠμέλησεν, ἄχρι οὗ προσάγων ὁ Νικάνωρ ἐκ τῆς Μουνυχίας τὰ ὅπλα τὸν Πειραιᾶ περιετάφρευσε.

---

Plutarch, Φωκίων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg049.local001/.
