Ancient Greek · ~2 min
Chapter 36
Plutarch, Φωκίων 36.3
Not analysed yet
ἐρομένου δέ τινος τῶν φίλων εἴ τι πρὸς Φῶκον λέγει τὸν υἱόν, πάνυ μὲν οὖν, ἔφη· λέγω μὴ μνησικακεῖν Ἀθηναίοις. τοῦ δὲ Νικοκλέους, ὃς ἦν αὐτῷ πιστότατος τῶν φίλων, παρακαλοῦντος ὅπως αὐτὸν ἐάσῃ τὸ φάρμακον πιεῖν πρότερον, βαρὺ μέν, εἶπεν, ὦ Νικόκλεις, ἐμοὶ τὸ αἴτημα καὶ λυπηρόν, ἐπεὶ δὲ οὐδὲ ἄλλο οὐδέποτέ σοι παρὰ τὸν βίον οὐδὲν ἠχαρίστησα, καὶ τοῦτο συγχωρῶ.