# Φωκίων 7.2

Plutarch, Φωκίων, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-117/7.2

οὐ μόνον δὲ ζῶντα τὸν Χαβρίαν θεραπεύων διετέλει καὶ τιμῶν, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ τῶν προσηκόντων καλῶς ἐπεμελεῖτο, καὶ τὸν παῖδα Κτήσιππον ἐβούλετο μὲν ἄνδρα ποιεῖν ἀγαθόν, ἔμπληκτον δὲ ὁρῶν καὶ ἀνάγωγον ὅμως οὐκ ἀπεῖπεν ἐπανορθούμενος καὶ ἀποκρύπτων τὰ αἴσχη. πλὴν ἅπαξ λέγεται, παρενοχλοῦντος ἐν στρατείᾳ τινὶ τοῦ νεανίσκου καὶ κόπτοντος αὐτὸν ἐρωτήμασιν ἀκαίροις καὶ συμβουλίαις οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος, εἰπεῖν· ὦ Χαβρία, Χαβρία, μεγάλην γέ σοι χάριν ἐκτίνω τῆς φιλίας ὑπομένων σου τὸν υἱόν.

---

Plutarch, Φωκίων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg049.local001/.
