Ancient Greek
Chapter 8
Plutarch, Φωκίων 8.3
Not analysed yet
χρησμοῦ μὲν γὰρ ἐκ Δελφῶν ἀναγνωσθέντος ὅτι, τῶν ἄλλων Ἀθηναίων ὁμοφρονούντων, εἷς ἀνὴρ ἐναντία φρονοίη τῇ πόλει, παρελθὼν ὁ Φωκίων ἀμελεῖν ἐκέλευσεν, ὡς αὐτὸς ὢν ὁ ζητούμενος· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν τῶν πραττομένων. ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν· οὐ δή πού τι κακὸν λέγων ἐμαυτὸν λέληθα;