# Platonicae quaestiones 3

Plutarch, Platonicae quaestiones, ΖΗΤΗΜΑ Α′.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-118/3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-118/3
CTS URN: urn:cts:greekLit:tlg0007.tlg133:3

ἔτι τοίνυν, εἰ μὲν οὐδέν ἐστι καταληπτὸν ἀνθρώπῳ καὶ γνωστόν, εἰκότως ὁ θεὸς ἀπεκώλυσεν αὐτὸν ὑπηνέμια καὶ ψευδῆ καὶ ἀβέβαια γεννᾶν. ἐλέγχειν δὲ τοὺς ἄλλους ἠνάγκαζε τοιαῦτα δοξάζοντας. οὐ γὰρ μικρὸν ἦν ὄφελος ἀλλὰ μέγιστον ὁ τοῦ μεγίστου τῶν κακῶν, ἀπάτης καὶ κενοφροσύνης, ἀπαλλάττων λόγος οὐδʼ Ἀσκληπιάδαις τοῦτὸ γʼ ἔδωκε θεός. οὐ γὰρ σώματος ἡ Σωκράτους ἰατρεία, ψυχῆς δʼ ἦν ὑπούλου καὶ διεφθαρμένης καθαρμός. εἰ δʼ ἔστιν ἐπιστήμη τἀληθοῦς ἓν δὲ τἀληθές, οὐκ ἔλαττον ἔχει τοῦ εὑρόντος ὁ μαθὼν παρὰ τοῦ εὑρόντος· λαμβάνει δὲ μᾶλλον ὁ μὴ πεπεισμένος ἔχειν, καὶ λαμβάνει τὸ βέλτιστον ἐξ ἁπάντων, ὥσπερ ὁ μὴ τεκὼν παιδοποιεῖται τὸν ἄριστον.

---

Plutarch, Πλατωνικὰ ζητήματα, ed. Grēgorios N. Vernardakēs. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg133.local001/.
