Ancient Greek
10.5 to 10.7
Plutarch, Πομπήϊος 10.5-7
Not analysed yet
ἀλλʼ Ὀππίῳ μέν, ὅταν περὶ τῶν Καίσαρος πολεμίων ἢ φίλων διαλέγηται, σφόδρα δεῖ πιστεύειν μετὰ εὐλαβείας· Πομπήϊος δὲ τοὺς μὲν ἐν δόξῃ μάλιστα τῶν Σύλλα πολεμίων καὶ φανερῶς ἁλισκομένους ἀναγκαίως ἐκόλαζε, τῶν δʼ ἄλλων ὅσους ἐξῆν περιεώρα λανθάνοντας, ἐνίους δὲ καὶ συνεξέπεμπε. τὴν δὲ Ἱμεραίων πόλιν ἐγνωκότος αὐτοῦ κολάζειν γενομένην μετὰ τῶν πολεμίων, Σθένις ὁ δημαγωγὸς αἰτησάμενος λόγον οὐκ ἔφη δίκαια ποιήσειν τὸν Πομπήϊον, ἐὰν τὸν αἴτιον ἀφεὶς ἀπολέσῃ τοὺς μηδὲν ἀδικοῦντας. ἐρομένου δὲ ἐκείνου τίνα λέγει τὸν αἴτιον, ἑαυτὸν ὁ Σθένις ἔφη, τοὺς μὲν φίλους πείσαντα τῶν πολιτῶν, τοὺς δʼ ἐχθροὺς βιασάμενον. ἀγασθεὶς οὖν τὴν παρρησίαν καὶ τὸ φρόνημα τοῦ ἀνδρὸς ὁ Πομπήϊος ἀφῆκε τῆς αἰτίας πρῶτον ἐκεῖνον, εἶτα τοὺς ἄλλους ἅπαντας, ἀκούων δὲ τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδα ταῖς μαχαίραις αὐτῶν ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.