Ancient Greek · ~1 min
Chapter 13
Plutarch, Πομπήϊος 13.1
Not analysed yet
ἐπανελθόντι δὲ εἰς Ἰτύκην αὐτῷ γράμματα κομίζεται Σύλλα προστάττοντος ἀφιέναι μὲν τὴν ἄλλην στρατιάν, αὐτὸν δὲ μεθʼ ἑνὸς τάγματος περιμένειν αὐτόθι τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις ἀδήλως μὲν αὐτὸς ἤχθετο καὶ βαρέως ἔφερεν, ἐμφανῶς δὲ ὁ στρατὸς ἠγανάκτει· καὶ δεηθέντος τοῦ Πομπηΐου προελθεῖν, τόν τε Σύλλαν κακῶς ἔλεγον, κἀκεῖνον οὐκ ἔφασαν προήσεσθαι χωρὶς αὑτῶν, οὐδὲ εἴων πιστεύειν τῷ τυράννῳ.