Ancient Greek
Chapter 21
Plutarch, Πομπήϊος 21.2
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ τούτῳ τὸν Πομπήϊον εἰσποιούσης ἁμῶς γέ πως τῷ κατορθώματι τῆς τύχης, πεντακισχίλιοι φεύγοντες ἐκ τῆς μάχης ἐνέπεσον εἰς αὐτόν, οὓς ἅπαντας διαφθείρας, ἔγραψε πρὸς τὴν σύγκλητον ὑποφθάσας ὡς Κράσσος μὲν ἐκ παρατάξεως νενίκηκε τοὺς μονομάχους, αὐτὸς δὲ τὸν πόλεμον ἐκ ῥιζῶν παντάπασιν ἀνῄρηκε. καὶ ταῦτα βουλομένοις ἦν διʼ εὔνοιαν ἀκροᾶσθαι καὶ λέγειν τοῖς Ῥωμαίοις. Ἰβηρίαν δὲ καὶ Σερτώριον οὐδὲ παίζων ἄν τις εἶπεν ἑτέρου καὶ μὴ Πομπηΐου τὸ πᾶν ἔργον εἶναι.