Ancient Greek · ~3 min
26.1 to 26.2
Plutarch, Πομπήϊος 26.1-2
Not analysed yet
τότε μὲν οὖν διελύθησαν ᾗ δὲ ἡμέρᾳ τὴν ψῆφον ἐποίσειν ἔμελλον, ὑπεξῆλθεν ὁ Πομπήϊος εἰς ἀγρόν. ἀκούσας δὲ κεκυρῶσθαι τὸν νόμον εἰσῆλθε νύκτωρ εἰς τὴν πόλιν, ὡς ἐπιφθόνου τῆς πρὸς αὐτὸν ἀπαντήσεως καὶ συνδρομῆς ἐσομένης. ἅμα δὲ ἡμέρᾳ προελθὼν ἔθυσε· καὶ γενομένης ἐκκλησίας αὐτῷ, διεπράξατο προσλαβεῖν ἕτερα πολλὰ τοῖς ἐψηφισμένοις ἤδη, μικροῦ διπλασιάσας τὴν παρασκευήν. πεντακόσιαι μὲν γὰρ αὑτῷ νῆες ἐπληρώθησαν, ὁπλιτῶν δὲ μυριάδες δώδεκα καὶ πεντακισχίλιοι ἱππεῖς ἠθροίσθησαν. ἡγεμονικοὶ δὲ καὶ στρατηγικοὶ κατελέγησαν ἀπὸ βουλῆς ἄνδρες εἰκοσιτέσσαρες ὑπʼ αὐτοῦ, δύο δὲ ταμίαι παρῆσαν. αἱ δὲ τιμαὶ τῶν ὠνίων εὐθὺς πεσοῦσαι λόγον ἡδομένῳ τῷ δήμῳ παρεῖχον, ὡς αὐτὸ τοὔνομα τὸν Πομπηΐου λέλυκε τὸν πόλεμον.