Ancient Greek
Chapter 29
Plutarch, Πομπήϊος 29.1
Not analysed yet
ταῦτα μὲν οὖν οἱ βασκαίνοντες ἔψεγον· τοῖς δὲ περὶ Κρήτην πραχθεῖσι πρὸς Μέτελλον οὐδʼ οἱ πάνυ φιλοῦντες αὐτὸν ἔχαιρον. ὁ γὰρ Μέτελλος, οἰκεῖος ὢν ἐκείνου τοῦ συνάρξαντος ἐν Ἰβηρίᾳ τῷ Πομπηΐῳ, στρατηγὸς εἰς Κρήτην ἐπέμφθη πρότερον ἢ τὸν Πομπήϊον αἱρεθῆναι· δευτέρα γάρ τις ἦν αὕτη τῶν πειρατηρίων πηγὴ μετὰ τὴν ἐν Κιλικίᾳ· καὶ πολλοὺς ἐγκαταλαβὼν ὁ Μέτελλος ἐξῄρει καὶ διέφθειρεν.