Ancient Greek · ~2 min
3.1 to 3.2
Plutarch, Πομπήϊος 3.1-2
Not analysed yet
ἔτι δὲ μειράκιον ὢν παντάπασι καὶ τῷ πατρὶ συστρατευόμενος ἀντιτεταγμένῳ πρὸς Κίνναν ,Λευκιόν τινα Τερέντιον εἶχεν ἑταῖρον καὶ σύσκηνον. οὗτος ὑπὸ Κίννα πεισθεὶς χρήμασιν αὐτὸς μὲν ἔμελλε Πομπήϊον ἀποκτενεῖν, ἕτεροι δὲ τὴν σκηνὴν ἐμπρήσειν τοῦ στρατηγοῦ. μηνύσεως δὲ τῷ Πομπηΐῳ περὶ δεῖπνον ὄντι προσπεσούσης, οὐδὲν διαταραχθείς, ἀλλὰ καὶ πιὼν προθυμότερον καὶ φιλοφρονησάμενος τὸν Τερέντιον, ἅμα τῷ τραπέσθαι πρὸς ἀνάπαυσιν ὑπεκρυεὶς τῆς σκηνῆς ἔλαθε, καὶ τῷ πατρὶ φρουρὰν περιστήσας ἡσύχαζεν. ὁ δὲ Τερέντιος, ὡς ἐνόμιζε καιρὸν εἶναι, σπασάμενος τὸ ξίφος ἀνέστη καὶ τῇ στιβάδι τοῦ Πομπηΐου προσελθὼν ὡς κατακειμένου πολλὰς ἐνεφόρει πληγὰς τοῖς στρώμασι.