# Πομπήϊος 30.2-4

Plutarch, Πομπήϊος, 30.2 to 30.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-119/30.2

τοῦτο δʼ ἦν ἐφʼ ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν ὧν γὰρ ἐδόκει μόνων ἐπαρχιῶν μὴ ἐφικνεῖσθαι τῷ προτέρῳ νόμῳ, Φρυγίας, Λυκαονίας, Γαλατίας, Καππαδοκίας, Κιλικίας, τῆς ἄνω Κολχίδος, Ἀρμενίας, αὗται προσετίθεντο μετὰ στρατοπέδων καὶ δυνάμεων αἷς Λεύκολλος κατεπολέμησε Μιθριδάτην καὶ Τιγράνην. ἀλλὰ Λευκόλλου μὲν ἀποστερουμένου τὴν δόξαν ὧν κατειργάσατο καὶ θριάμβου μᾶλλον ἢ πολέμου διαδοχὴν λαμβάνοντος, ἥττων λόγος ἦν τοῖς ἀριστοκρατικοῖς, καίπερ οἰομένοις ἄδικα καὶ ἀχάριστα πάσχειν τὸν ἄνδρα, τὴν δὲ δύναμιν τοῦ Πομπηΐου βαρέως φέροντες ὡς τυραννίδα καθισταμένην, ἰδίᾳ παρεκάλουν καὶ παρεθάρρυνον αὑτοὺς ἐπιλαβέσθαι τοῦ νόμου καὶ μὴ προέσθαι τὴν ἐλευθερίαν. ἐνστάντος δὲ τὸν καιροῦ, τὸν δῆμον φοβηθέντες ἐξέλιπον καὶ κατεσιώπησαν οἱ λοιποί, Κάτλος δὲ τὸν νόμου πολλὰ κατηγορήσας καὶ τοῦ δημάρχου, μηδένα δὲ πείθων, ἐκέλευε τὴν βουλὴν ἀπὸ τοῦ βήματος κεκραγὼς πολλάκις ὄρος ζητεῖν, ὥσπερ οἱ πρόγονοι, καὶ κρημνόν, ὅπου καταφυγοῦσα διασώσει τὴν ἐλευθερίαν.

---

Plutarch, Πομπήϊος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg045.local001/.
