Ancient Greek · ~2 min
Chapter 32
Plutarch, Πομπήϊος 32.5
Not analysed yet
ἦν οὖν ἐξ ἀνάγκης μαχητέον ὑπὲρ τοῦ χάρακος, καὶ προαγαγόντες οἱ στρατηγοὶ τὴν δύναμιν ἔταξαν, αἰσθόμενος δὲ τὴν παρασκευὴν αὐτῶν ὁ Πομπήϊος ὤκνει κατὰ σκότος εἰς κίνδυνον ἐλθεῖν, καὶ κύκλῳ μόνον ᾤετο δεῖν περιελαύνειν, ὅπως μὴ φεύγοιεν, ἡμέρας δὲ κρείττους ὄντας ἐπιχειρεῖν. οἱ δὲ πρεσβύτατοι τῶν ταξιαρχῶν δεόμενοι καὶ παρακαλοῦντες ἐξώρμησαν αὐτόν οὐδὲ γὰρ σκότος ἦν παντάπασιν, ἀλλὰ ἡ σελήνη καταφερομένη παρεῖχεν ἔτι τῶν σωμάτων ἱκανὴν ἔποψιν. καὶ τοῦτο μάλιστα τοὺς βασιλικοὺς ἔσφηλεν.