Ancient Greek · ~2 min
35.1 to 35.2
Plutarch, Πομπήϊος 35.1-2
Not analysed yet
ἡ μὲν οὖν Μιθριδάτου δίωξις ἐνδεδυκότος εἰς τὰ περὶ Βόσπορον ἔθνη καὶ τὴν Μαιῶτιν ἀπορίας εἶχε μεγάλας· Ἀλβανοὶ δὲ αὖθις ἀφεστῶτες αὐτῷ προσηγγέλθησαν. πρὸς οὓς ὑπʼ ὀργῆς καὶ φιλονεικίας ἐπιστρέψας τόν τε Κύρνον μόλις καὶ παραβόλως πάλιν διεπέρασεν ἐπὶ πολὺ σταυροῖς ὑπὸ τῶν βαρβάρων ἀποκεχαρακωμένον, καὶ μακρᾶς αὐτὸν ἐκδεχομένης ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, μυρίους ἀσκοὺς ὕδατος ἐμπλησάμενος ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, καὶ κατέλαβε πρὸς Ἄβαντι ποταμῷ παρατεταγμένους ἑξακισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππεῖς ἐπὶ μυρίοις, ὡπλισμένους δὲ φαύλως καὶ δέρμασι θηρίων τοὺς πολλούς, ἡγεῖτο δὲ αὐτῶν βασιλέως ἀδελφὸς ὄνομα Κῶσις.