Ancient Greek · ~2 min
Chapter 36
Plutarch, Πομπήϊος 36.6
Not analysed yet
πρὸς δὲ τοὺς καταγελῶντας οὐ τοῦτο ἔλεγεν εἶναι θαυμαστόν, ἀλλʼ ὅτι μὴ λίθοις βάλλει τοὺς ἀπαντῶντας ὑφʼ ἡδονῆς μαινόμενος, ταύτης μὲν ἦν καὶ γενεᾶς καὶ αἵματος ἡ Στρατονίκη. τῷ δὲ Πομπηΐῳ καὶ τὸ χωρίον παρεδίδου τοῦτο καὶ δῶρα πολλὰ προσήνεγκεν, ὧν ἐκεῖνος ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρέξειν ἐφαίνετο λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἐκέλευε κεκτῆσθαι χαίρουσαν.