Ancient Greek · ~2 min
42.1 to 42.2
Plutarch, Πομπήϊος 42.1-2
Not analysed yet
ἐκ τούτου τὸ μὲν στράτευμα τῇ χαρᾷ χρώμενον, ὡς εἰκός, ἐν θυσίαις καὶ συνουσίαις διῆγεν, ὡς ἐν τῷ Μιθριδάτου σώματι μυρίων τεθνηκότων πολεμίων. Πομπήϊος δὲ ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς στρατείαις κεφαλὴν ἐπιτεθεικὼς οὐ πάνυ ῥᾳδίως οὕτω προσδοκηθεῖσαν, εὐθὺς ἀνέζευξεν ἐκ τῆς Ἀραβίας· καὶ ταχὺ τὰς ἐν μέσῳ διεξελθὼν ἐπαρχίας εἰς Ἀμισὸν ἀφίκετο, καὶ κατέλαβε πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκομισμένα, πολλὰ δὲ σώματα τῶν βασιλικῶν, αὐτὸν δὲ τὸν Μιθριδάτου νεκρὸν οὐ πάνυ γνώριμον ἀπὸ τοῦ προσώπου τὸν γὰρ ἐγκέφαλον ἔλαθεν ἐκτῆξαι τοὺς θεραπεύοντας· ἀλλὰ ταῖς οὐλαῖς ἐπεγίγνωσκον οἱ δεόμενοι τοῦ θεάματος.