Ancient Greek
Chapter 47
Plutarch, Πομπήϊος 47.1
Not analysed yet
τότε δὲ Καῖσαρ ἐλθὼν ἀπὸ στρατείας ἥψατο πολιτεύματος ὃ πλείστην μὲν αὐτῷ χάριν ἐν τῷ παρόντι καὶ δύναμιν εἰσαῦθις ἤνεγκε, μέγιστα δὲ Πομπήϊον ἔβλαψε καὶ τὴν πόλιν. ὑπατείαν μὲν γὰρ μετῄει πρώτην ὁρῶν δὲ ὅτι Κράσσου πρὸς Πομπήϊον διαφερομένου θατέρῳ προσθέμενος ἐχθρῷ χρήσεται τῷ ἑτέρῳ, τρέπεται πρὸς διαλλαγὰς ἀμφοῖν, πρᾶγμα καλὸν μὲν ἄλλως καὶ πολιτικόν, αἰτίᾳ δὲ φαύλῃ καὶ μετὰ δεινότητος ὑπʼ ἐκείνου συντεθὲν ἐπιβούλως.