Ancient Greek · ~3 min
48.1 to 48.3
Plutarch, Πομπήϊος 48.1-3
Not analysed yet
ἐκ δὲ τούτου Πομπήϊος ἐμπλήσας στρατιωτῶν τὴν πόλιν ἅπαντα τὰ πράγματα βίᾳ κατεῖχε. βύβλῳ τε γὰρ εἰς ἀγορὰν τῷ ὑπάτῳ κατιόντι μετὰ Λευκόλλου καὶ Κάτωνος ἄφνω προσπεσόντες κατέκλασαν τὰς ῥάβδους, αὐτοῦ δέ τις κοπρίων κόφινον ἐκ κεφαλῆς τοῦ Βύβλου κατεσκέδασε, δύο δὲ δήμαρχοι τῶν συμπροπεμπόντων ἐτρώθησαν. οὕτω δὲ τῶν ἐνισταμένων τὴν ἀγορὰν ἐρημώσαντες ἐπεκύρωσαν τὸν περὶ τῆς διανομῆς τῶν χωρίων νόμον δελεασθεὶς ὁ δῆμος εἰς πᾶσαν ἤδη τιθασὸς αὐτοῖς ἐγεγόνει καὶ κατάντης πρᾶξιν, οὐδὲν πολυπραγμονῶν, ἀλλʼ ἐπιφέρων σιωπῇ τοῖς γραφομένοις τὴν ψῆφον. ἐκυρώθησαν οὖν Πομπηΐῳ μὲν αἱ διατάξεις ὑπὲρ ὧν Λεύκολλος ἤριζε, Καίσαρι δὲ τὴν ἐντὸς Ἄλπεων καὶ τὴν ἐκτὸς ἔχειν Γαλατίαν καὶ Ἰλλυριοὺς εἰς πενταετίαν καὶ τέσσαρα τάγματα τέλεια στρατιωτῶν, ὑπάτους δὲ εἰς τὸ μέλλον εἶναι Πείσωνα τὸν Καίσαρος πενθερὸν καὶ Γαβίνιον, ἄνδρα τῶν Πομπηΐου κολάκων ὑπερφυέστατον.