Ancient Greek · ~2 min
Chapter 51
Plutarch, Πομπήϊος 51.2
Not analysed yet
αὐτὸς μὲν γὰρ ὡς σῶμα τὴν στρατιωτικὴν δύναμιν περικείμενος, οὐκ ἐπὶ τοὺς βαρβάρους, ἀλλʼ ὥσπερ ἐν θήραις καὶ κυνηγεσίοις τοῖς πρὸς ἐκείνους ἀγῶσι γυμνάζων, διεπόνει, καὶ κατεσκεύαζεν ἄμαχον καὶ φοβεράν, χρυσὸν δὲ καὶ ἄργυρον καὶ τἆλλα λάφυρα καὶ τὸν ἄλλον πλοῦτον τὸν ἐκ πολέμων τοσούτων περιγινόμενον εἰς τὴν Ῥώμην ἀποστέλλων, καὶ διαπειρῶν ταῖς δωροδοκίαις καὶ συγχορηγῶν ἀγορανόμοις καὶ στρατηγοῖς καὶ ὑπάτοις καὶ γυναιξὶν αὐτῶν, ᾠκειοῦτο πολλούς·