# Πομπήϊος 53.6-7

Plutarch, Πομπήϊος, 53.6 to 53.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-119/53.6

μετʼ οὐ πολὺ δὲ καὶ Κράσσος ἐν Πάρθοις ἀπολωλὼς ἠγγέλλετο· καὶ τοῦτο κώλυμα ὂν μέγα τοῦ συμπεσεῖν τὸν ἐμφύλιον πόλεμον ἐκποδὼν ἐγεγόνει· δεδιότες γὰρ ἐκεῖνον ἀμφότεροι τοῖς πρὸς ἀλλήλους ἁμῶς γε πως ἐνέμενον δικαίοις. ἐπεὶ δὲ ἀνεῖλεν ἡ τύχη τὸν ἔφεδρον τοῦ ἀγῶνος, εὐθὺς ἦν εἰπεῖν τὸ κωμικόν, ὡς ἅτερος πρὸς τὸν ἕτερον ὑπαλείφεται τὼ χεῖρέ θʼ ὑποκονίεται. οὕτως ἡ τύχη μικρόν ἐστι πρὸς τὴν φύσιν. οὐ γὰρ ἀποπίμπλησιν αὐτῆς τὴν ἐπιθυμίαν, ὅπου τοσοῦτον βάθος ἡγεμονίας καὶ μέγεθος εὐρυχωρίας δυοῖν ἀνδροῖν οὐκ ἐπέσχεν, ἀλλʼ ἀκούοντες καὶ ἀναγινώσκοντες ὅτι τριχθὰ δὲ πάντα δέδασται τοῖς θεοῖς, ἕκαστος δʼ ἔμμορε τιμῆς, ἑαυτοῖς οὐκ ἐνόμιζον ἀρκεῖν δυσὶν οὖσι τὴν Ῥωμαίων ἀρχήν.

---

Plutarch, Πομπήϊος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg045.local001/.
