Ancient Greek · ~1 min
Chapter 54
Plutarch, Πομπήϊος 54.3
Not analysed yet
Κάτωνος δὲ Πομπήϊον ἐπαινέσαντος καὶ προτρεψαμένου τῆς εὐκοσμίας ἐπιμεληθῆναι, τότε μὲν αἰδεσθεὶς ἐπεμελήθη, καὶ κατεστάθησαν ὕπατοι Δομέτιος καὶ Μεσσάλας, ὕστερον δὲ πάλιν ἀναρχίας γινομένης καὶ πλειόνων ἤδη τὸν περὶ τοῦ δικτάτορος λόγον ἐγειρόντων ἰταμώτερον, φοβηθέντες οἱ περὶ Κάτωνα μὴ βιασθῶσιν, ἔγνωσαν ἀρχήν τινα τῷ Πομπηΐῳ προέμενοι νόμιμον ἀποτρέψαι τῆς ἀκράτου καὶ τυραννικῆς ἐκείνης.