# Πομπήϊος 54.5-6

Plutarch, Πομπήϊος, 54.5 to 54.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-119/54.5

δεξαμένης δὲ τῆς βουλῆς, καὶ ψηφισαμένης ὅπως ὕπατος αἱρεθεὶς ὁ Πομπήϊος ἄρχοι μόνος, εἰ δὲ αὐτὸς συνάρχοντος δεηθείη, μὴ θᾶττον δυοῖν μηνοῖν δοκιμάσας ἕλοιτο, κατασταθεὶς οὕτως καὶ ἀποδειχθεὶς διὰ Σουλπικίου μεσοβασιλέως ὕπατος ἠσπάζετο φιλοφρόνως τὸν Κάτωνα, πολλὴν ὁμολογῶν χάριν ἔχειν καὶ παρακαλῶν γίνεσθαι σύμβουλον ἰδίᾳ τῆς ἀρχῆς. Κάτων δὲ χάριν μὲν ἔχειν αὐτῷ τὸν Πομπήϊον οὐκ ἠξίου· διʼ ἐκεῖνον γὰρ ὧν εἶπεν οὐδὲν εἰπεῖν, διὰ δὲ τὴν πόλιν ἔσεσθαι δὲ σύμβουλος ἰδίᾳ παρακαλούμενος, ἐὰν δὲ μὴ παρακαλῆται, δημοσίᾳ φράσειν τὸ φαινόμενον. τοιοῦτος μὲν οὖν Κάτων ἐν πᾶσι.

---

Plutarch, Πομπήϊος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg045.local001/.
