Ancient Greek · ~4 min
55.1 to 55.3
Plutarch, Πομπήϊος 55.1-3
Not analysed yet
Πομπήϊος δὲ παρελθὼν εἰς τὴν πόλιν ἔγημε Κορνηλίαν θυγατέρα Μετέλλου Σκηπίωνος, οὐ παρθένον, ἀλλὰ χήραν ἀπολελειμμένην νεωστὶ Ποπλίου τοῦ Κράσσου παιδός, ᾧ συνῴκησεν ἐκ παρθενίας, ἐν Πάρθοις τεθνηκότος. ἐνῆν δὲ τῇ κόρῃ πολλὰ φίλτρα δίχα τῶν ἀφʼ ὥρας. καὶ γὰρ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο χρησίμως ἀκούειν. καὶ προσῆν τούτοις ἦθος ἀηδίας καὶ περιεργίας καθαρόν, ἃ δὴ νέαις προστρίβεται γυναιξὶ τὰ τοιαῦτα μαθήματα· πατὴρ δὲ καὶ γένους ἕνεκα καὶ δόξης ἄμεμπτος. ἀλλʼ ὅμως τοῦ γάμου τοῖς μὲν οὐκ ἤρεσκε τὸ μὴ καθʼ ἡλικίαν υἱῷ γὰρ αὐτοῦ συνοικεῖν ὥραν εἶχεν ἡ Κορνηλία μᾶλλον· οἱ δὲ κομψότεροι τὸ τῆς πόλεως ἡγοῦντο παρεωρακέναι τὸν Πομπήϊον ἐν τύχαις οὔσης, ὧν ἐκεῖνον ἰατρὸν ᾕρηται καὶ μόνῳ παραδέδωκεν αὑτήν· ὁ δὲ στεφανοῦται καὶ θύει γάμους, αὐτὴν τὴν ὑπατείαν ὀφείλων ἡγεῖσθαι συμφοράν, οὐκ ἂν οὕτω παρανόμως δοθεῖσαν εὐτυχούσης τῆς πατρίδος.