Ancient Greek
Chapter 58
Plutarch, Πομπήϊος 58.1
Not analysed yet
ἤδη δὲ καὶ Καῖσαρ ἐπεφύετο τοῖς πράγμασιν ἐρρωμενέστερον, αὐτὸς μὲν οὐκέτι μακρὰν τῆς Ἰταλίας ἀπαίρων, εἰς δὲ τὴν πόλιν ἀεὶ τοὺς στρατιώτας ἀποστέλλων ἀρχαιρεσιάσοντας, χρήμασι δὲ πολλοὺς ὑποικουρῶν καὶ διαφθείρων ἄρχοντας· ὧν καὶ Παῦλος ἦν ὁ ὕπατος ἐπὶ χιλίοις καὶ πεντακοσίοις ταλάντοις μεταβαλόμενος, καὶ Κουρίων ὁ δήμαρχος ἀμηχάνων πλήθει δανείων ἐλευθερωθεὶς ὑπʼ αὐτοῦ, καὶ Μάρκος Ἀντώνιος διὰ φιλίαν Κουρίωνος ὧν ὠφελεῖτο μετέχων.