# Πομπήϊος 65.1

Plutarch, Πομπήϊος, Chapter 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-119/65.1

ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηΐου μερὶς ἠγαπήθη· καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ διʼ ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων, ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ μὴ καθʼ ἡδονήν ἐστι νικᾶν Πομπήϊον.

---

Plutarch, Πομπήϊος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg045.local001/.
