Ancient Greek
65.2 to 65.4
Plutarch, Πομπήϊος 65.2-4
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηΐου δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις ἐχρῆτο. καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος· καὶ διαπεράσας τὸ πέλαγος αὐτὸς μὲν εἰς Ὤρικον παρενέβαλεν, Οὐιβούλλιον δὲ τὸν Πομπηΐου φίλον αἰχμάλωτον ἔχων σὺν ἑαυτῷ πρὸς Πομπήϊον ἀνέστειλε, προκαλούμενος εἰς ἓν συνελθόντας ἀμφοτέρους ἡμέρᾳ τρίτῃ πάντα διαλῦσαι τὰ στρατεύματα καὶ γενομένους φίλους καὶ ὀμόσαντας ἐπανελθεῖν εἰς Ἰταλίαν. ταῦτα Πομπήϊος αὖθις ἐνέδραν ἡγεῖτο· καὶ καταβὰς ὀξέως ἐπὶ θάλατταν κατέλαβε χωρία καὶ τόπους ἕδρας τε τοῖς πεζοῖς στρατοπέδοις ὑπεραλκεῖς ἔχοντα, καὶ ναύλοχα καὶ κατάρσεις ἐπιφόρους τοῖς ἐπιφοιτῶσι διὰ θαλάττης, ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ σῖτον ἢ στρατιὰν ἢ χρήματα κομίζοντα, Καίσαρα δὲ δυσχερείαις κατὰ γῆν ὁμοῦ καὶ κατὰ θάλατταν περιεχόμενον ἐξ ἀνάγκης φιλομαχεῖν,