Ancient Greek · ~3 min
66.3 to 66.4
Plutarch, Πομπήϊος 66.3-4
Not analysed yet
ἀλλὰ φεύγειν Καίσαρα βοῶντες οἱ μὲν ἀκολουθεῖν καὶ διώκειν ἐκέλευον, οἱ δὲ διαβαίνειν εἰς Ἰταλίαν, οἱ δὲ θεράποντας εἰς Ῥώμην καὶ φίλους ἔπεμπον οἰκίας προκαταληψομένους ἐγγὺς ἀγορᾶς ὡς αὐτίκα μετιόντες ἀρχάς, ἐθελονταὶ δὲ πολλοὶ πρὸς Κορνηλίαν ἔπλεον εἰς Λέσβον εὐαγγελιζόμενοι πέρας ἔχειν τὸν πόλεμον· ἐκεῖ γὰρ αὐτὴν ὑπεξέπεμψεν ὁ Πομπήϊος. ἀθροισθείσης δὲ βουλῆς Ἀφράνιος μὲν ἀπεφαίνετο γνώμην ἔχεσθαι τῆς Ἰταλίας, ταύτην γὰρ εἶναι τοῦ πολέμου τὸ μέγιστον ἆθλον, προστιθέναι δὲ τοῖς κρατοῦσιν εὐθὺς Σικελίαν, Σαρδόνα, Κύρνον, Ἰβηρίαν, Γαλατίαν ἅπασαν ἧς τε δὴ πλεῖστος ὁ λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν προπηλακιζομένην καὶ δουλεύουσαν οἰκέταις καὶ κόλαξι τυράννων.