Ancient Greek · ~2 min
69.1 to 69.2
Plutarch, Πομπήϊος 69.1-2
Not analysed yet
Πομπήϊος δὲ τὸ μὲν δεξιὸν αὐτὸς ἔχων ἔμελλεν ἀνθίστασθαι πρὸς Ἀντώνιον, ἐν δὲ τῷ μέσῳ Σκηπίωνα τὸν πενθερὸν ἀντέταξε Καλβίνῳ Λευκίῳ, τὸ δὲ εὐώνυμον εἶχε μὲν Λεύκιος Δομέτιος, ἐρρώσθη δὲ τῷ πλήθει τῶν ἱππέων. ἐνταῦθα γὰρ ὀλίγου δεῖν ἅπαντες ἐρρύησαν ὡς Καίσαρα βιασόμενοι καὶ τὸ δέκατον τάγμα διακόψοντες, οὗ πλεῖστος ἦν ὁ λόγος ὡς μαχιμωτάτου, καὶ Καῖσαρ ἐν ἐκείνῳ ταττόμενος εἰώθει μάχεσθαι. κατιδὼν δὲ πεφραγμένον ἵππῳ τοσαύτῃ τῶν πολεμίων τὸ εὐώνυμον, καὶ φοβηθεὶς τὴν λαμπρότητα τοῦ ὁπλισμοῦ, μετεπέμψατο σπείρας ἓξ ἀπὸ τῶν ἐπιταγμάτων καὶ κατέστησεν ὄπισθεν τοῦ δεκάτου,