Ancient Greek
79.1 to 79.2
Plutarch, Πομπήϊος 79.1-2
Not analysed yet
ταῦτα δʼ ἔσχατα πρὸς τοὺς ἑαυτοῦ φθεγξάμενος ἐνέβη καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν ἀπὸ τῆς τριήρους, ὡς οὐδεὶς παρὰ τῶν συμπλεόντων ἐγίνετο λόγος φιλάνθρωπος πρὸς αὐτόν, ἀποβλέψας εἰς τὸν Σεπτίμιον, οὐ δή πού σε, εἶπεν, ἐγὼ γεγονότα συστρατιώτην ἐμὸν ἀμφιγνοῶ; κἀκεῖνος ἐπένευσε τῇ κεφαλῇ μόνον, οὐδὲν προσειπὼν οὐδὲ φιλοφρονηθείς, πολλῆς οὖν πάλιν οὔσης σιωπῆς ὁ Πομπήϊος ἔχων ἐν βιβλίῳ μικρῷ γεγραμμένον ὑπʼ αὐτοῦ λόγον Ἑλληνικόν, ᾧ παρεσκεύαστο χρῆσθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν.