Ancient Greek · ~2 min
Chapter 80
Plutarch, Πομπήϊος 80.3
Not analysed yet
ταῦτα συγκομίζοντος αὐτοῦ καὶ συντιθέντος ἐπιστὰς ἀνὴρ Ῥωμαῖος ἤδη γέρων, τὰς δὲ πρώτας στρατείας ἔτι νέος Πομπηΐῳ συνεστρατευμένος, τίς ὤν, ὦ ἄνθρωπε, ἔφη, θάπτειν διανοῇ Μάγνον Πομπήϊον; ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, ἀλλʼ οὐ μόνῳ σοί, ἔφη, τοῦτο τὸ καλὸν ὑπάρξει· κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ὡς μὴ κατὰ πάντα μέμφωμαι τὴν ἀποξένωσιν, ἀντὶ πολλῶν ἀνιαρῶν τοῦτο γοῦν εὑράμενος, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων.