# Εἰ πρεσβυτέρῳ πολιτευτέον 23

Plutarch, Εἰ πρεσβυτέρῳ πολιτευτέον, Section 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-12/23

τούτου δὲ πολιτικώτερον, μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ ὀνειδίζων ἄνευ δηγμοῦ σφόδρα κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος εὐμενῶς λόγους τε χρηστοὺς; καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον· εἰ, δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλʼ· ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως φέροντος ἅψασθαι παλαιόν τινα γέροντα τῶν ἀκηκοότων Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ, τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν θεάτρων ὑπʼ αὐτῷ γενησομένων.

---

Plutarch, Εἰ πρεσβυτέρῳ πολιτευτέον, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg117.local001/.
