# Εἰ πρεσβυτέρῳ πολιτευτέον 25

Plutarch, Εἰ πρεσβυτέρῳ πολιτευτέον, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-12/25

τοῦτο γὰρ τὸ πάθος οὐδενὶ χρόνῳ πρέπον ἡλικίας, ὅμως ἐν νέοις εὐπορεῖ χρηστῶν ὀνομάτων, ἅμιλλα καὶ ζῆλος καὶ φιλοτιμία προσαγορευόμενον, ἐν δὲ πρεσβύταις παντελῶς ἄωρόν ἐστι καὶ ἄγριον καὶ ἀγεννές. διὸ δεῖ πορρωτάτω τοῦ φθονεῖν ὄντα τὸν πολιτικὸν γέροντα, μὴ καθάπερ τὰ βάσκανα γεράνδρυα τῶν παραβλαστανόντων καὶ ὑποφυομένων σαφῶς ἀφαιρεῖσθαι καὶ κολούειν τὴν βλάστην καὶ, τὴν αὔξησιν, ἀλλʼ εὐμενῶς προσδέχεσθαι καὶ παρέχειν τοῖς ἀντιλαμβανομένοις καὶ προσπλεκομένοις ἑαυτὸν ὀρθοῦντα καὶ χειραγωγοῦντα καὶ τρέφοντα μὴ μόνον ὑφηγήσεσι καὶ συμβουλίαις ἀγαθαῖς, ἀλλὰ καὶ παραχωρήσεσι πολιτευμάτων τιμὴν ἐχόντων καὶ δόξαν ἤ τινας ὑπουργίας ἀβλαβεῖς μὲν ἡδείας δὲ τοῖς πολλοῖς καὶ πρὸς χάριν ἐσομένας· ὅσα δʼ ἐστὶν ἀντίτυπα καὶ προσάντη καὶ καθάπερ, τὰ φάρμακα δάκνει παραχρῆμα καὶ λυπεῖ τὸ δὲ καλὸν καὶ λυσιτελὲς ὕστερον ἀποδίδωσι, μὴ τοὺς νέους ἐπὶ ταῦτα προσάγοντα μηδʼ ὑποβάλλοντα θορύβοις, ὄχλων ἀγνωμονούντων ἀήθεις ὄντας, ἀλλʼ αὐτὸν ἐκδεχόμενον τὰς ὑπὲρ τῶν συμφερόντων ἀπεχθείας· τούτῳ γὰρ εὐνουστέρους τε ποιήσει τοὺς νέους καὶ προθυμοτέρους ἐν ταῖς ἄλλαις ὑπηρεσίαις.

---

Plutarch, Εἰ πρεσβυτέρῳ πολιτευτέον, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg117.local001/.
