Ancient Greek · ~1 min
Chapter 10
Plutarch, Ποπλικόλας 10.3
Not analysed yet
ὅσον οὖν ἐν ἀρχῇ καὶ πράγμασι μεγάλοις ἀγαθὸν ἦν ἔχειν ὦτα παρρησίαν ἀντὶ κολακείας προσιέμενα καὶ λόγους ἀληθεῖς, ἔδειξεν. ἀκούσας γὰρ ὅτι τοῖς πολλοῖς ἁμαρτάνειν ἐδόκει τῶν φίλων διεξιόντων, οὐκ ἐφιλονείκησεν, οὐδʼ ἠγανάκτησεν, ἀλλὰ ταχὺ πολλοὺς συναγαγὼν τεχνίτας ἔτι νυκτὸς οὔσης κατέβαλε τὴν οἰκίαν καὶ κατέσκαψεν εἰς ἔδαφος πᾶσαν,