Ancient Greek · ~3 min
13.1 to 13.2
Plutarch, Ποπλικόλας 13.1-2
Not analysed yet
Ταρκυνίου δὲ Ῥωμαίοις δεύτερον πόλεμον ἐν Τυρρηνίᾳ κινοῦντος μέγα σημεῖον λέγεται γενέσθαι· βασιλεύων γὰρ ἔτι καὶ τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἔχων ὁ Ταρκύνιος ὅσον οὔπω συντετελεσμένον, εἴτε μαντείας γενομένης εἴτʼ αὐτῷ δόξαν ἄλλως, ἅρμα κατὰ κορυφὴν ἐπιστῆσαι κεραμεοῦν ἐξέδωκε Τυρρηνοῖς τισιν ἐξ Οὐηίων δημιουργοῖς, εἶτʼ ὀλίγον ὕστερον ἐξέπεσε τῆς ἀρχῆς. τῶν δὲ Τυρρηνῶν διαπεπλασμένον τὸ τέθριππον ἐμβαλόντων εἰς κάμινον, οὐκ ἔπαθεν ἃ προσήκει πάσχειν πηλὸν ἐν πυρί, πυκνοῦσθαι καὶ συνιζάνειν, ἐκτηκομένης τῆς ὑγρότητος, ἀλλʼ ἐξέστη καὶ ᾤδησε καὶ μέγεθος ἔσχεν ἅμα ῥώμῃ καὶ σκληρότητι τοσοῦτον ὥστε μόλις ἐξαιρεθῆναι τὴν ὀροφὴν ἀπ σκευασα μὲν ων τῆς καμίνου καὶ τῶν τοίχων περιαιρεθέντων.