Ancient Greek
Chapter 17
Plutarch, Ποπλικόλας 17.1
Not analysed yet
ἐπικειμένου δὲ Πορσίνα τῇ πόλει καί λιμὸς ἥπτετο τῶν Ῥωμαίων, καί Τυρρηνῶν ἕτερος στρατὸς αὐτὸς καθʼ αὑτὸν εἰς τὴν χώραν ἐνέβαλε. Ποπλικόλας δὲ τὸ τρίτον ὑπατεύων Πορσίνᾳ μὲν ἀτρεμῶν καί φυλάττων τὴν πόλιν ᾤετο δεῖν ἀντέχειν, τοῖς δὲ Τυρρηνοῖς ἐπεξῆλθε καί συμβαλὼν ἐτρέψατο καί πεντακισχιλίους αὐτῶν ἀνεῖλε. τὸ δὲ περὶ Μούκιον εἴρηται μὲν ὑπὸ πολλῶν καὶ διαφόρως, λεκτέον δὲ ᾗ μάλιστα πιστεύεται καί ἡμῖν.