Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Ποπλικόλας 2.3
Not analysed yet
πρέσβεις γὰρ ἧκον ἀπὸ Ταρκυνίου γράμματα κομίζοντες ἐπαγωγὰ τοῦ δήμου καὶ λόγους ἐπιεικεῖς, οἷς μάλιστα τοὺς πολλοὺς ᾤοντο διαφθείρειν, λεγομένοις παρὰ βασιλέως ἀφεικέναι τὸ φρόνημα καὶ μετρίων δεῖσθαι δοκοῦντος. τούτους εἰς τὸ πλῆθος οἰομένων δεῖν τῶν ὑπάτων προαγαγεῖν οὐκ εἴασεν ὁ Οὐαλλέριος, ἀλλʼ ἐνέστη καὶ διεκώλυσεν ἀνθρώποις πένησι καὶ βαρυνομένοις μᾶλλον τῆς τυραννίδος τὸν πόλεμον ἀρχὰς καὶ προφάσεις νεωτερισμῶν ἐγγενέσθαι.