Ancient Greek
Chapter 3
Plutarch, Ποπλικόλας 3.2
Not analysed yet
συνελθόντων δὲ τῶν πολιτῶν πρῶτος ἰδιώτης ἀνὴρ εἶπεν ἐν δήμῳ τότε Γάιος Μινούκιος, τῷ τε Βρούτῳ διακελευόμενος καὶ τοῖς Ῥωμαίοις π· αραινῶν ὁρᾶν ὅπως τὰ χρήματα μετʼ αὐτῶν ὄντα πολεμοίη πρὸς τοὺς τυράννους μᾶλλον ἢ μετʼ ἐκείνων πρὸς αὐτούς. οὐ μὴν ἀλλʼ ἔδοξε τοῖς Ῥωμαίοις τὴν ἐλευθερίαν ἔχουσιν, ὑπὲρ ἧς ἐπολέμουν, μὴ προέσθαι τὴν εἰρήνην ἕνεκα χρημάτων, ἀλλὰ συνεκβαλεῖν καὶ ταῦτα τοῖς τυράννοις. ἦν δὲ ἄρα Ταρκυνίῳ λόγος μὲν ἐλάχιστος τῶν χρημάτων, ἡ δʼ ἀπαίτησις ἅμα πεῖρα τοῦ δήμου καὶ κατασκευὴ προδοσίας,