Ancient Greek
Chapter 5
Plutarch, Ποπλικόλας 5.2
Not analysed yet
διὸ μηδενὸς ἂν προσδοκήσαντος ὠσάμενος διὰ θυρῶν ἐπιτυγχάνει τοῖς γράμμασι κειμένοις ὅπου κατέλυον οἱ πρέσβεις, ταῦτα δʼ αὐτοῦ πράττοντος οἱ Ἀκύλλιοι δρόμῳ προσεφέροντο, καὶ περὶ τὰς θύρας συμμίξαντες ἐζήτουν ἀφελέσθαι τὰς ἐπιστολάς. οἱ δʼ ἠμύνοντο, καὶ τὰ ἱμάτια περιβαλόντες αὐτῶν τοῖς τραχήλοις ὑπὸ βίας καὶ μόλις ὠθούμενοι καὶ ὠθοῦντες διὰ τῶν στενωπῶν εἰς τὴν ἀγορὰν ἐνέβαλον. τὰ δʼ αὐτὰ καὶ περὶ τὴν ἔπαυλιν ἅμα τὴν βασιλικὴν ἐγίνετο, τοῦ Μάρκου γραμμάτων ἑτέρων ἐν τοῖς σκεύεσι κομιζομένων ἐπιλαμβανομένου, καὶ τῶν βασιλικῶν ὅσους δυνατὸς ἦν ἕλκοντος εἰς τὴν ἀγοράν.