# Ποπλικόλας 6.3

Plutarch, Ποπλικόλας, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-121/6.3

τῶν μὲν ἄλλων οὐ δυναμένων προσορᾶν οὐδὲ καρτερούντων, ἐκεῖνον δὲ λέγεται μήτε τὰς ὄψεις ἀπαγαγεῖν ἀλλαχόσε μήτε οἴκτῳ τι τρέψαι τῆς περὶ τὸ πρόσωπον ὀργῆς καί βαρύτητος, ἀλλὰ δεινὸν ἐνορᾶν κολαζομένοις τοῖς παισίν ἄχρι οὗ κατατείναντες αὐτοὺς ἐπὶ τοὔδαφος πελέκει τὰς κεφαλὰς ἀπέκοψαν, οὕτω δὲ τοὺς ἄλλους ἐπὶ τῷ συνάρχοντι ποιησάμενος ᾤχετʼ ἐξαναστάς, ἔργον εἰργασμένος οὔτʼ ἐπαινεῖν βουλομένοις ἀξίως οὔτε ψέγειν ἐφικτόν.

---

Plutarch, Ποπλικόλας, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg008.local001/.
