Ancient Greek · ~3 min
9.2 to 9.3
Plutarch, Ποπλικόλας 9.2-3
Not analysed yet
ὁ μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, ὁ δὲ τῆς φυγῆς ἀμυνόμενος, ὥρμησαν ὁμόσε τοῖς ἵπποις. θυμῷ δὲ μᾶλλον ἢ λογισμῷ προσμίξαντες ἠφείδησαν αὑτῶν καὶ συναπέθανον ἀλλήλοις. οὕτω δὲ δεινοῦ γενομένου τοῦ προάγωνος οὐκ ἔσχεν ὁ ἀγὼν τέλος ἐπιεικέστερον, ἀλλὰ καὶ δράσαντες ἴσα καὶ παθόντες οἱ στρατοὶ διεκρίθησαν ὑπὸ χειμῶνος. ἦν οὖν ἐν ἀπόροις ὁ Οὐαλλέριος, οὐκ εἰδὼς τὸ τῆς μάχης πέρας, ἀλλὰ τοὺς στρατιώτας ὁρῶν τοῖς μὲν αὑτῶν νεκροῖς ἀθυμοῦντας, ἐπαιρομένους δὲ τοῖς τῶν πολεμίων οὕτως ἄκριτος ἦν καὶ παράλληλος ὑπὸ πλήθους ὁ φόνος, οὐ μὴν ἀλλʼ ἑκατέροις ἐγγύθεν ὁρώμενα τὰ οἰκεῖα μᾶλλον ἐβεβαίου τὴν ἧτταν ἢ τὴν νίκην εἰκαζόμενα τὰ τῶν πολεμίων.